Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.280 Joseph. AJ 4.285 (English) >>Joseph. AJ 4.290

4.283

Οἱ φρέαρ λάκκον ὀρύξαντες ἐπιμελὲς ποιείσθωσαν ὥστε σανίδων ἐπιβολαῖς ἔχειν κεκλεισμένα, οὐχ ὅπως τινὲς εἴργοιντο ὑδρείας, ἀλλʼ ἵνα μηδεὶς κίνδυνος ὡς ἐμπεσουμένοις . 4.284οὗ δʼ ἂν εἰς ὄρυγμα τοιοῦτον μὴ κλειστὸν ἐμπεσὸν βόσκημά τινος διαφθαρῇ, τὴν τιμὴν αὐτοῦ τῷ δεσπότῃ καταβαλλέτω. περιβαλλέσθω δὲ καὶ τοῖς στέγεσιν ἅπερ ὡς ἀντὶ τείχους ὄντα οὐκ ἐάσει τινὰς ἀποκυλισθέντας ἀπολέσθαι. 4.285

Παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα παραλαβὼν φυλακῆς ἀξιούτω, καὶ μηδεὶς ἀποστερῆσαι θρασυνθείη τὸν πεπιστευκότα μήτʼ ἀνὴρ μήτε γυνή, μηδʼ εἰ χρυσὸν ἄπειρον μέλλοι κερδαίνειν, καταφρονῶν τῷ μηδένα εἶναι τὸν ἐξελέγξοντα. 4.286καθόλου μὲν γὰρ τὸ συνειδὸς ἐπιστάμενον τὸ αὐτοῦ προσῆκεν ἕκαστον εὖ πράττειν, καὶ μάρτυρι ἀρκούμενος αὐτῷ πάντα ποιείτω παρʼ ἄλλων ἔπαινον αὐτῷ παρέξει, μάλιστα δὲ τὸν θεόν, ὃν οὐδεὶς πονηρὸς ὢν λανθάνει. 4.287εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὐτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω. χρησάμενος δὲ κἂν ἐλαχίστῳ μέρει τῶν πεπιστευμένων ἂν ἀπολέσας τύχῃ τὰ λοιπὰ πάντα ἔλαβεν ἀποδοῦναι κατεγνώσθω.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.280 Joseph. AJ 4.285 (English) >>Joseph. AJ 4.290

Powered by PhiloLogic